lunes, 23 de mayo de 2011

Heródoto. Historias (selección de textos)

PROEMIO

            Ἡροδότου Θουρίου ἱστορίης ἀπόδεξις ἥδε, ὡς μήτε τὰ γενόμενα ἐξ ἀνθρώπων τῷ χρόνῳ ἐξίτηλα γένηται, μήτε ἔργα μεγάλα τε καπι θωμαστά, τὰ μὲν Ἕλλησι τὰ δὲ βαρβάροισι ἀποδεχθέντα, ἀκλεᾶ γένηται, τά τε ἄλλα καὶ δι’ ἣν αἰτίην ἐπολέμησαν ἀλλήλοισι.


Ésta es la exposición de las investigaciones de Heródoto de Turios, a fin de que ni los hechos humanos con el tiempo desaparecido llegara a ser, ni las acciones grandes ni tampoco asombrosas, unas por los griegos otras por los bárbaros llevados a cabo, quede sin gloria, y especialmente lucharon entre sí.


LIBRO I. ENTREVISTA DE CRESO Y SÓLON [1.28-34]

            28. χρόνου δὲ ἐπιγονμένου καὶ κατεστραμμένων σχεδὸν πάντων τῶν ἐντὸς Ἅλυος ποταμοῦ οἰκημένων· πλὴν γὰρ Κιλίκων καὶ Λυκίων τοὺς ἄλλους πάντας ὑπ’ ἑωυτῷ εἶχε καταστρεψάμενος ὁ Κροῖσος. εἰσὶ δὲ οἵδε, Λυδοί, Φρύγες, Μυσοί, Μαριανδυνοί, Χάλυβες, Παφλαγόνες, Θρήικες οἱ Θυνοί τε καὶ Βιθυνοί, Κᾶρες, Ἴωνες, Δωριέες, Αἰολέες, Πάμφυλοι κατεστραμμένων δὲ τούτων καὶ προσεπικτωμένου Κροίσου Λυδοῖσι,

28. Transcurrido un tiempo y sometidos casi todos los que habitan dentro del río Halis; pues excepto Cilios y Licios (pues Creso tenía sometidos bajo sí a todos los demás y son éstos Lidios, Frigios, Misios, Mariandinos, Cábiles, Paflagonios, Tracios Tinios y Bitinios, Carios, Jonios, Dorios, Eolios y Panfilios), sometidos por tanto éstos y habiéndolos añadido Creso a Lidia,

            29. ἀπικνέονται ἐς Σάδρις ἀκμαζούσας πλούτῳ ἄλλοι τε οἱ πάντες ἐκ τῆς Ἑλλάδος σοφισταί, οἳ τοῦτον τὸν χρόνον ἐτύγχανον ἐόντες, ὡς ἕκαστος αὐτῶν ἀπικνέοιτο, καὶ δὴ καὶ Σόλων ἀνὴρ Ἀθηναῖος, ὃς Ἀθηναίοισι νόμους κελεύσασι ποιήσας ἀπεδήμησε ἔτεα δέκα κατὰ θεωρίης πρόφασιν ἐκπλώσας, ἵνα δὴ μή τινα τῶν νόμων ἀναγκασθῇ, λύσαι τῶν ἔθετο. [2] αὐτοὶ γὰρ οὐκ οὗτοί τε ἦσαν αὐτὸ ποιῆσαι Ἀθηναῖοι· ὁρκίοισι γὰρ μεγάλοισι κατείχοντο δέκα ἔτεα χρήσεσθαι νόμοισιτοὺς ἄν σφι Σόλων θῆται.

29. Sometidos por tanto éstos y habiéndolos añadido Creso a Lidia llegan a Sardes, que se encontraba en la cumbre de su esplendor, todos los otros sabios de Grecia que existían en aquel tiempo, según viniese cada uno de ellos; concretamente Solón varón de Atenas, quien, habiendo hecho para los atenienses unas leyes que él había exhortado, se ausentó de la ciudad durante diez años, embarcándose con el pretexto de ver mundo, para no verse obligado a derogar ninguna de las leyes que promulgó. [2] Pues los propios atenienses, en efecto, no podían hacerlo; dado que se habían comprometido con solemnes juramentos a que se serviría durante diez años las leyes que Solón les promulgara.

            30. αὐτῶν δὲ ὦν τούτων καὶ τῆς θεωρίης ἐκδημήσας ὁ Σόλων εἵνεκεν ἐς Αἴγυπτον ἀπίκετο παρὰ Ἄμασιν καὶ δὴ καὶ ἐς Σάρδις παρὰ Κροῖσον. ἀπικόμενος δὲ ἐξεινίζετο ἐν τοῖσι βασιληίοισι ὑπὸ τοῦ Κροίσου· μετὰ δὲ ἡμέρῃ τρίτῃ ἢ τετάρτῃ κελεύσαντος Κροίσου τὸν Σόλωνα θεράποντες περιῆγον κατὰ τοὺς θησαυρούς, καὶ ἐπεδείκνυσαν πάντα ἐόντα μεγάλα τε καὶ ὄλβια. [2] θεησάμενον δέ μιν τὰ πάντα καὶ σκεψάμενον ὥς οἱ κατὰ καιρὸν ἦν, εἴρετο ὁ Κροῖσος τάδε· “ξεῖνε Ἀθηναῖε, παρ’ ἡμέας γὰρ περὶ σέο λόγος ἀπῖκται πολλὸς καὶ σοφίης εἵνεκεν τῆς σῆς καὶ πλάνης, ὡς φιλοσοφέων γῆν πολλὴν θεωρίης εἵνεκεν ἐπελήλυθας· νῦν ὦν ἐπειρέσθαι με ἵμερος ἐπῆλθέ σε εἴ τινα ἤδη πάντων εἶδες ὀλβιώτατον.” [3] ὃ μὲν ἐλπίζων εἶναι ἀνθρώπων ὀλβιώτατος ταῦτα ἐπειρώτα· Σόλων δὲ οὐδὲν ὑποθωπεύσας ἀλλὰ τῷ ἐόντι χρησάμενος λέγει “ὦ βασιλεῦ, Τέλλον Ἀθηναῖον.” [4] ἀποθωμάσας δὲ Κροῖσος τὸ λεχθὲν εἴρετο ἐπιστρεφέως· “κοίῃ δὴ κρίνεις Τέλλον εἶναι ὀλβιώτατον;” ὁ δὲ εἶπε Τέλλῳ τοῦτο μὲν τῆς πόλιος εὖ ἡκούσης παῖδες ἦσαν καλοί τε κἀγαθοί, καί σφι εἶδε ἅπασι τέκνα ἐκγενόμενα καὶ πάντα παραμείναντα· τοῦτο δὲ τοῦ βίου εὖ ἥκοντι, ὡς τὰ παρ’ ἡμῖν, τελευτὴ τοῦ βίου λαμπροτάτη ἐπεγένετο· [5] γενομένης γὰρ Ἀθηναίοισι μάχης πρὸς τοὺς ἀστυγείτονας ἐν Ἐλευσῖνι, βοηθήσας καί τροπὴν ποιήσας τῶν πολεμίων ἀπέθανε κάλλιστα, καί μιν’ Ἀθηναῖοι δημοσίῃ τε ἔθαψαν αὐτοῦ τῇ περ ἔπεσε καὶ ἐτίμησαν μεγάλως.”

30. Así pues, por estas razones precisamente y para ver mundo, partió Solón de su ciudad y llegó a Egipto, a la corte de Amasis, y también a Sardes, a la corte de Creso. A su llegada, fue hospedado por Creso en el palacio real y, dos o tres días después, por orden de Creso unos sirvientes condujeron a Solón a ver sus tesoros y le mostraron sus inmensas riquezas. [2] Una vez que lo hubo visto y examinado todo, cuando tuvo oportunidad, Creso le preguntó: “Huésped ateniense, nos ha llegado una gran fama acerca de ti a causa de tu sabiduría y de tus viajes, en el sentido que, por deseo de saber y de ver mundo, has recorrido muchos países; por tanto, me sobrevino ahora el ansia de preguntarte si vistes ya a alguien que sea el más feliz.” [3] Hizo esta pregunta pensando que él era el más feliz de los hombres, pero Solón, sin resquicio de halago, sino sirviéndose de lo que había dice: “Rey, a Telo el Ateniense”. [4] Asombrado por lo que había dicho, Creso le preguntó vivamente: “¿Por qué  motivo juzgas que Telo fue el más dichoso?”. Y él respondió: “Por una parte, Telo marchando bien la ciudad tenía hijos excelentes, y vio que a todos ellos les nacían hijos y que todos sobrevivían; por otra, y él yéndole bien la vida, según las cosas mortales son, le sobrevino un final de la vida brillantísimo: [5] En efecto sucediéndoles a los Atenienses un combate contra sus vecinos en Eleusis y, produciendo una vuelta de los enemigos, murió de la manera más bella posible, y los atenienses le dieron pública sepultura allí en el mismo lugar en el que había caído y le tributaron grandes honores.”

            31. ὣς δὲ τὰ κατὰ τὸν Τέλλον προετρέψατο ὁ Σόλων τὸν Κροῖσον εἴπας πολλά τε καὶ ὀλβία, ἐπειρώτα τίνα δεύτερον μετ’ ἐκεῖνον ἴδοι, δοκέων πάγχυ δευτερεῖα γῶν οἴσεσθαι. ὃ δ’ εἶπε “Κλέοβίν τε καὶ Βίτωνα. [2] τούτοισι γὰρ ἐοῦσι γένος Ἀργείοισι βίος τε ἀρκέων ὑπῆν, καὶ πρὸς τούτῳ ῥώμη σώματος τοιήδε· ἀεθλοφόροι τε ἀμφότεροι ὁμοίως ἦσαν, καὶ δὴ καὶ λέγεται ὅδε ὁ λόγος. ἐούσης ὁρτῆς τῇ Ἥρῃ τοῖσι Ἀργείοισι ἔδεε πάντως τὴν μητέρα αὐτῶν ζεύγεϊ κομισθῆναι ἐς τὸ ἱρόν, οἱ δέ σφι βόες ἐκ τοῦ ἀγροῦ οὐ παρεγίνοντο ἐν ὥρῃ· ἐκκληιόμενοι δὲ τῇ ὥρῃ οἱ νεηνίαι ὑποδύντες αὐτοὶ ὑπὸ τὴν ζεύγλην εἷλκον τὴν ἅμαξαν, ἐπὶ τῆς ἁμάξης δέ σφι ὠχέετο ἡ μήτηρ· σταδίους δὲ πέντε καὶ τεσσεράκοντα διακομίσαντες ἀπίκοντο ἐς τὸ ἱρόν. [3] ταῦτα δέ σφι ποιήσασι καὶ ὀφθεῖσι ὑπὸ τῆς πανηγύριο τελευτὴ τοῦ βίου ἀρίστη ἐπεγένετο, διέδεξέ τε ἐν τούτοισι ὁ θεὸς ὡς ἄμεινον εἴη ἀνθρώπῳ τεθνάναι μᾶλλον ἢ ζώειν. Ἀργεῖον μὲν γὰρ περιστάντες ἐμακάριζον τῶν νεηνιέων τὴν ῥώμην, αἱ δὲ Ἀργεῖαι τὴν μητέρα αὐτῶν, οἵων τέκνων ἐκύρησε· [4] ἡ δὲ μήτηρ περιχαρὴς ἐοῦσα τῷ τε ἔργῳ καὶ τῇ φήμῃ, στᾶσα ἀντίον τοῦ ἀγάλματος εὔχετο Κλεόβι τε καὶ Βίτωνι τοῖσι ἑωυτῆς τέκνοισι, οἵ μιν ἐτίμησαν μεγάλως, τὴν θεὸν δοῦναι τὸ ἀνθρώπῳ τυχεῖν ἄριστον ἐστί. [5] μετὰ ταύτην δὲ τὴν εὐχὴν ὡς ἔθυσάν τε καὶ εὐωχήθησαν, κατακομηθέντες ἐν αὐτῷ τῷ ἱρῷ οἱ νεηνίαι οὐκέτι ἀνέστησαν ἀλλ’ ἐν τέλεϊ τούτῳ ἔσχοντο. Ἀργεῖοι δὲ σφέων εἰκόνας ποιησάμενοι ἀνέθεσαν ἐς Δελφοὺς ὡς ἀριστῶν γενομένων.”

31. Como a Creso le llamó la atención el relato de Solón sobre las muchas venturas de Telo, le preguntó a quién había conocido después de aquel, plenamente convencido de que, al menos, se llevaría el segundo puesto. Pero el otro le dijo: “A Cleóbis y Bitón. [2] Pues éstos, que eran argivos de nacimiento gozaron de suficientes medios de vida y, además de eso un vigor de cuerpo tal como sigue: ambos eran campeones atléticos por igual; concretamente se cuenta la siguiente historia: como los argivos celebran una procesión en honor de Hera, era preciso transportar a la madre de ellos en un carro hasta el santuario, pero sus bueyes no llegaban del campo en el momento oportuno y encerrado, los jóvenes colocándose ellos mismos bajo el yugo tiraron por la hora del carro, y sobre el carro marchaba su madre, y tras recorrer cuarenta y cinco estadios, llegaron al santuario. [3] Tras realizar esta proeza a la vista de todos los celebrantes, les sobrevino el mejor final de la vida, y en sus personas manifestó claramente la divinidad que para el hombre es mucho mejor estar muerto que vivir. En efecto, los argivos rodearon a los jóvenes y los felicitaron por su fuerza, y las argivas a su madre por haber tenido tales hijos. [4] La madre, exultante de gozo por la proeza y por la fama, suplicaba de pie ante la estatua de la diosa que concedería a sus hijos Cleóbis y Bitón, por lo mucho que la habían honrado, obtener lo que es mejor para un ser humano. [5] Tras esta súplica, una vez que realizaron los sacrificios y disfrutaron del banquete, los jóvenes se acostaron en el mismo santuario y ya no se levantaron, sino que tuvieron este final. Los argivos encargaron unas estatuas de ellos y las consagraron en Delfos, ya que consideraban que habían sido unos hombres excelentes.”

            32. Σόλων μὲν δὴ εὐδαιμονίης δευτερεῖα ἔνεμε τούτοισι, Κροῖσος δὲ σπερχθεὶ εἶπε “ὦ ξεῖνε Ἀθηναῖε, ἡ δ’ ἡμετέρη εὐδαμονίη οὕτω τοι ἀπέρριπται ἐς τὸ μηδὲν ὥστε οὐδὲ ἰδιωτέων ἀνδρῶν ἀξίους ἡμέας ἐποίησας;” ὁ δὲ εἶπε “ὦ Κροῖσε, ἐπιστάμενόν με τὸ θεῖον πᾶν ἐὸν φθονερόν τε καὶ ταραχῶδες ἐπειρωτᾷς ἀνθρωπηίων πρηγμάτων πέρι.    [2] ἐν γὰρ τῷ μακρῷ χρόνῳ πολλὰ μὲν ἐστὶ ἰδεῖν τὰ μή τις ἐθέλει, πολλὰ δὲ καὶ παθεῖν. ἐς γὰρ ἑβδομήκοντα ἔτεα οὖρον τῆς ζόης ἀνθρώπῳ προτίθημι. [3] οὗτοι ἐόντες ἐνιαυτοὶ ἑβδομήκοντα παρέχοντα ἡμέρας διηκοσίας καὶ πεντακισχιλίας καὶ δισμυρίας, ἐμβολίμου μηνὸς μὴ γινομένου· εἰ δὲ δὴ ἐθελήσει τοὔτερον τῶν ἐτέων μηνὶ μακρότερον γίνεσθαι, ἵνα δὴ αἱ ὧραι συμβαίνωσι παραγινόμεναι ἐς τὸ δέον, μῆνες μὲν παρὰ τὰ ἑβδομήκοντα ἔτεα οἱ ἐμβόλιμοι γίνονται τριήκοντα πέντε, ἡμέραι δὲ ἐκ τῶν μηνῶν τούτων χίλιαι πεντήκοντα. [4] τουτείων τῶν ἁπασέων ἡμερέων τῶν ἐς τὰ ἑβδομήκοντα ἔτεα, ἐουσέων πεντήκοντα καὶ διηκοσιέων καὶ ἑξακισχιλιέων καὶ δισμυριέων, ἡ ἑτέρη αὐτέων τῇ ἑτέρῃ τὸ παράπαν οὐδὲν ὅμοιον προσάγει πρῆγμα. οὕτω ὦν Κροῖσε πᾶν ἐστὶ ἄνθρωπος συμφορή. [5] ἐμοὶ δὲ σὺ καὶ πλουτέειν μέγα φαίνεαι καὶ βασιλεὺς πολλῶν εἶναι ἀνθρώπων· ἐκεῖνο δὲ τὸ εἴρεό με, οὔκω σε ἐγὼ λέγω, πρὶν τελευτήσαντα καλῶς τὸν αἰῶνα πύθωμαι. οὐ γάρ τι ὁ μέγα πλούσιος μᾶλλον τοῦ ἐπ’ ἡμέρην ἔχοντος ὀλβιώτερος ἐστί, εἰ μή οἱ τύχη ἐπίσποιτο πάντα καλὰ ἔχοντα εὖ τελευτῆσαὶ τὸν βίον. πολλοὶ μὲν γὰρ ζάπλουτοι ἀνθρώπων ἀνόλβιοι εἰσί, πολλοὶ δὲ μετρίως ἔχοντες βίου εὐτυχέες. [6] ὁ μὲν δὴ μέγα πλούσιος ἀνόλβιος δὲ δυοῖσι προέχει τοῦ εὐτυχέος μοῦνον, οὗτος δὲ τοῦ πολουσίου καὶ ἀνόλβου πολλοῖσι· ὃ μὲν ἐπιθυμίην ἐκτελέσαι καὶ ἄτην μεγάλην προσπεσοῦσαν ἐνεῖκαι δυνατώτερος, ὁ δὲ τοῖσιδε προέχει ἐκείνου· ἄτην μὲν καὶ ἐπιθυμίην οὐκ ὁμοίως δυνατὸς ἐκείνῳ ἐνεῖκαι, ταῦτα δὲ ἡ εὐτυχίη οἱ ἀπερύκει, ἄπηρος δὲ ἐστί, ἄνουσος, ἀπαθὴς κακῶν, εὔπαις, εὐειδής. [7] εἰ δὲ πρὸς τούτοισι ἔτι τελευτήσῃ τὸν βίον εὖ, οὗτος ἐκεῖνος τὸν σὺ ζητέεις, ὁ ὄλβιος κεκλῆσθαι ἄξιος ἐστί· πρὶν δ’ ἂν τελευτήσῃ, ἐπισχεῖν, μηδὲ καλέειν κω ὄλβιον ἀλλ’ εὐτυχέα. [8] τὰ πάντα μέν νυν ταῦτα συλλαβεῖν ἄνθρωπον ἐόντα ἀδύνατον ἐστί, ὥσπερ χωρῇ οὐδεμία καταρκέειν πάντα ἑωυτῇ παρέχουσα, ἀλλὰ ἄλλο μὲν ἔχει ἑτέρου δὲ ἐπιδέεται· ἣ δὲ ἂν τὰ πλεῖστα ἔχῃ, αὕτη ἀρίστη. ὣς δὲ καὶ ἀνθρώπου σῶμα ἓν οὐδὲν αὔταρκες ἐστί· τὸ μὲν γὰρ ἔχει, ἄλλου δὲ ἐνδέες ἐστι· [9] ὃς δ’ ἂν αὐτῶν πλεῖστα ἔχων διατελέῃ καὶ ἔπειτα τελυτήσῃ εὐχαρίστως τὸν βίον, οὗτος παρ’ ἐμοὶ τὸ οὔνομα τοῦτο ὦ βασιλεῦ δίκαιος ἐστὶ φέρεσθαι. σκοπέειν δὲ χρὴ παντὸς χρήματος τὴν τελευτήν, κῇ ἀποβήσεται· πολλοῖσι γὰρ δὴ ὑποδέξας ὄλβον ὁ θεὸς προρρίζους ἀνέτρεψε.”

32. Así pues, Solón atribuyó a éstos el segundo lugar de la felicidad, y Creso, enojado, dijo: “Huésped ateniense, ¿nuestra felicidad de esa manera devalúas a nada hasta tal punto que ni siquiera nos consideraste dignos de comparación con hombres particulares?” Y él respondió: “Creso, a mí que sé que toda divinidad es celosa y perturbadora, me preguntas por asuntos humanos. [2] Pues a largo plazo, por un lado es posible ver muchas cosas que uno no quiere, y también sufrir muchas cosas. Pues calculo la duración de la vida para el hombre en setenta años. [3] Estos siendo setenta años proporcionan veinticinco mil doscientos días, sin contar mes intercalar; pero si se quiere que uno de los dos años sea mayor en un mes, para que se ajusten las estaciones al llegar a su debido tiempo, los meses intercalares a lo largo de setenta años llegan a ser treinta y cinco, y días de los meses estos mil cincuenta. [4] De todos estos días contenidos en los setenta años, que son veintiséis mil doscientos cincuenta, ninguno de ellos conlleva una situación semejante a la de otro día. Así pues, Creso, el ser humano en su totalidad es azar. [5] Yo considero que eres rico y que reinas sobre muchos súbditos, pero no puedo contestar a lo que me preguntaste antes de saber que has alcanzado dichosamente el final de tu vida. Pues el que tiene muchas riquezas no es, en absoluto, mucho más feliz que el que vive al día, si no le proporciona que la suerte hasta llegar bien al final de su vida gozando de completa prosperidad. Muchos hombres riquísimos son desgraciados, en tanto que otros muchos, con modestos recursos, son afortunados. [6] El que es muy rico pero desagradecido tiene sólo dos ventajas sobre el afortunado, pero éste tiene muchas sobre el que es rico y desgraciado; el uno tiene más recursos para satisfacer sus deseos y para aguantar el golpe de una gran calamidad, pero el otro tiene las siguientes ventajas sobre aquél: carece de sus recursos para aguantar la calamidad y satisfacer sus deseos, pero su buena fortuna aparta de él estas cosas, no tiene defectos físicos ni enfermedades, no sufre desgracias, tiene hijos y presenta buen aspecto. [7] Y si además de esto llega bien al final de su vida, ése es el que tú buscas, y merece ser llamado feliz. Pero, antes de que muera, todavía no le llames feliz, sino afortunado. [8] Ciertamente, es imposible que un ser humano reúna todas estas cualidades, lo mismo que ningún país es capaz de autoabastecerse de todo, sino que tiene una cosa y carece de otra; y el que tiene de la mayor parte, ése es el mejor. De la misma manera también, ningún ser humano es autosuficiente en nada, pues tiene una cosa y carece de otra; [9] y el que viva en posesión de la mayor parte, y después muera felizmente, éste, majestad, es, en mi opinión, merecedor de llevar este nombre. Es necesario observar el final de cada cosa, cómo sucederá; pues a muchos, efectivamente, la divinidad mostrando la dicha los abatió por completo.”

            33. ταῦτα λέγων τῷ Κροίσῳ οὔ κως οὔτε ἐχαρίζετο, οὔτε λόγου μιν ποιησάμενος οὐδενὸς ἀποπέμπεται, κάρτα δόξας ἀμαθέα εἶναι, ὃς τὰ παρεόντα ἀγαθὰ μετεὶς τὴν τελευτὴν παντὸς χρήματος ὁρᾶν ἐκέλευε.

33. Estas palabras no agradaron en absoluto a Creso, que lo despidió sin hacerle ningún caso, totalmente convencido de que era un ignorante, quien desentendiéndose de los bienes presentes, aconsejaba a mirar en el fin de cada cosa.

            34. μετὰ δὲ Σόλωνα οἰχόμενον ἔλαβέ ἐκ θεοῦ νέμεσις μεγάλη Κροῖσον, ὡς εἰκάσαι, ὅτι ἐνόμισε ἑωυτὸν ἀνθρώπων ἁπάντων ὀλβιώτατον.

34. Después de la partida de Solón, alcanzó a Creso un terrible castigo procedente de la divinidad, al parecer por haber pensado que él era el más feliz de todos los hombres.



LIBRO III. EL ANILLO DE POLÍCRATES [3.39-43]

            39. Καμβύσεω δὲ ἐπ’ Αἴγυπτον στρατευομένου ἐποιήσαντο καὶ Λακεδαιμόνιοι στρατηίην ἐπὶ Σάμον τε καὶ Πολυκράτεα τὸν Αἰάκεος· ὃς ἔσχε Σάμον ἐπαναστάς, [2] καὶ τὰ μὲν πρῶτα τριχῇ δασάμενος τὴν πόλιν, τοῖσι ἀδελφεοῖσι Πανταγνώτῳ καὶ Συλοσῶντι ἔνειμε, μετὰ δὲ τὸν μὲν αὐτῶν ἀποκτείνας τὸν δὲ νεύτερον Συλοσῶντα ἐξελάσας ἔσχε πᾶσαν Σάμον, σχὼν δὲ ξεινίην Ἀμάσι τῷ Αἰγύπτου βασιλεί συνεθήκατο, πέμπων τε δῶρα καὶ δεκόμενος ἄλλα παρ’ ἐκείνου. [3] ἐν χρόνῳ δὲ ὀλίγῳ αὐτίκα τοῦ Πολυκράτεος τὰ πρήγματα ηὔξετο καὶ ἦν βεβωμένα ἀνά τε τὴν Ἰωνίην καὶ τὴν ἄλλην Ἑλλάδα· ὅκου γὰρ ἰθύσειε στρατεύεσθαι, πάντα οἱ ἐχώρεε εὐτυχέως. ἔκτητο δὲ πεντηκοντέρους τε ἑκατὸν καὶ χιλίους τοξότας, ἔφερε δὲ καὶ ἦγε πάντας διακρίνων οὐδένα· [4] τῷ γὰρ φίλῳ ἔφη χαριεῖσθαι μᾶλλον ἀποδιδοὺς τὰ ἔλαβε ἢ ἀρχὴν μηδὲ λαβών. συχνὰς μὲν δὴ τῶν νήσων ἀραιρήκεε, πολλὰ δὲ καὶ τῆς ἠπείρου ἄστεα· ἐν δὲ δὴ καὶ Λεσβίους πανστρατιῇ βοηθέοντας Μιλησίοισι ναυμαχίῃ κρατέσας εἷλε, οἳ τὴν τάφρον περὶ τὸ τεῖχος τὸ ἐν Σάμῳ πᾶσαν δεδεμένοι ὤρυξαν.

39. Por cierto que, mientras Cambises llevaba a cabo la compañía contra Egipto, los lacedemonios emprendieron también una expedición contra Samos; en concreto, contra Polícrates hijo de Eáces; que se había apoderado de Samos, merced a su alzamiento, [2] al principio, dividió la isla en tres zonas y cedió dos de ellas a sus hermanos Pantagnoto y Silosonte, pero luego mandó matar al primero y desterró a Silosonte, el hermano menor, haciéndose con la totalidad de Samos, una vez dueño de la isla, concertó relaciones de hospitalidad con Amasis rey de Egipto enviándole presentes y recibiendo otros de su parte. [3] Y, en poco tiempo, el poderío de Polícrates creció vertiginosamente y su fama se extendió por Jonia y el resto de Grecia , ya que siempre que se lanzaba a la guerra, fuera donde fuera, todas las campañas se desarrollaban favorablemente por sus intereses. Contaba con cien penteconteros y mil arqueros, [4] y saqueaba y pillaba a todo el mundo, sin hacer excepción con nadie, pues sometía que se queda mejor con un amigo devolviéndole lo que le ha arrebatado que sin quitarle nada. En cierta ocasión, precisamente, se impuso en una batalla naval a los lesbios, cuando, con todos sus efectivos, acudían en socorro de los milesios, e hizo prisionero, que fueron quienes, cargados de cadenas, abrieron todo el foso que rodea la muralla de Samos.

            40. καί κως τὸν Ἄμασιν εὐτυχέων μεγάλως ὁ Πολυκράτης οὐκ ἐλάνθανε, ἀλλά οἱ τοῦτ’ ἦν ἐπιμελές. πολλῷ δὲ ἔτι πλεῦνός οἱ εὐτυχίης γινομένης γράψας ἐς βυβλίον τάδε ἐπέστειλε ἐς Σάμον. “Ἄμασις Πολυκράτεϊ ὧδε λέγει. [2] ἡδὺ μὲν πυνθάνεσθαι ἄνδρα φίλον καὶ ξεῖνον εὖ πρήσσοντα· ἐμοὶ δὲ αἱ σαὶ μεγάλαι εὐτυχίαι οὐκ ἀρέσκουσι, τὸ θεῖον ἐπισταμένῳ ὡς ἔστι φθονερόν· καί κως βούλομαι καὶ αὐτὸς καὶ τῶν ἂν κήδωμαι τὸ μέν τι εὐτυχέειν τῶν πρηγμάτων τὸ δὲ προσπταίειν, καὶ οὕτω διαφέρειν τὸν αἰῶνα ἐναλλὰξ πρήσσων ἢ εὐτυχέειν τὰ πάντα. [3] οὐδένα γάρ κω λόγῳ οἶδα ἀκούσας ὅστις ἐς τέλος οὐ κακῶς ἐτελεύτησε τρόρριζος, εὐτυχέων τὰ πάντα. σύ νυν ἐμοὶ πειθόμενος ποίμενος ποίησον πρὸς τὰς εὐτυχίας τοιάδε· [4] φροντίσας τὸ ἂν εὕρῃς ἐόν τοι πλείστου ἄξιον καὶ ἐπ’ ᾧ σὺ ἀπολομένῳ μάλιστα τὴν ψυχὴν ἀλγήσεις, τοῦτο ἀπόβαλε οὕτω ὅκως μηκέτι ἥξει ἐς ἀνθρώπους· ἤν τε μὴ ἐναλλὰξ ἤδη τὠπὸ τούτου αἱ εὐτυχίαι τοι τῇσι πάθῃσι προσπίπτωσι, τρόπῳ τῷ ἐξ ἐμεῦ ὑποκειμένῳ ἀκέο.”

40. Por su parte, Amasis, con toda probabilidad, no dejaba de prestar atención a la enorme suerte de que gozaba Polícrates. Pues cuando su buena suerte alcanzó proporciones aún mucho mayores, envió a Samos una carta redactada en los siguientes términos. “He aquí lo que Amasis dice a Polícates. [2] Es grato enterarse de los triunfos de un buen amigo, y especialmente de un huésped; pero a mí esos grandes éxitos tuyos no me llenan de satisfacción, pues sé perfectamente que la divinidad es envidiosa; por eso, antes de tener éxito en todo tipo de empresas, personalmente preferiría que tanto yo como las personas que interesan triunfáramos en algunas, pero que fracasásemos también en otras, pasando así la vida con suerte alternativa. [3] Porque aún no he oído hablar de nadie que, pese a triunfar en todo, a la postre no haya acabado desgraciadamente sus días, víctimas de una radical desdicha. Así pues, préstame ahora atención y, para contrarrestar tus triunfos, haz lo que te voy a decir: [4] piensa en algo que tengas en la máxima estima y cuya pérdida te dolería sumamente en el alma y, cuando lo hayas encontrado, deshazte de ello de manera que nunca más pueda llegar a manos de otro hombre. Y si, en lo sucesivo, tus éxitos continúan sin toparse alternativamente con contratiempos, sigue intentando poner remedio a tu suerte del modo que te he sugerido.”

            41. ταῦτα ἐπιλεξάμενος ὁ Πολυκράτης καὶ νόῳ λαβὼν ὣς οἱ εὖ ὑπετίθετο Ἄμασις, ἐδίζητο ἐπ’ ᾧ ἂν μάλιστα τὴν ψυχὴν ἀσηθείη ἀπολομένῳ τῶν κειμηλίων, διζήμενος δὲ εὕρισκε τόδε. ἦν οἱ σφρηγὶς τὴν ἐφόρεε χρυσόδετος, σμαράγδου μὲν λίθου ἐοῦσα, ἔργον δὲ ἦν Θεοδώρου τοῦ Τηλεκλέος Σαμῖου. [2] ἐπεὶ ὦν ταύτην οἱ ἐδόκεε ἀποβαλεῖν, ἐποίεε τοιάδε· πεντηκόντερον πληρώσας ἀνδρῶν ἐσέβη ἐς αὐτήν, μετὰ δὲ ἀναγαγεῖν ἐκέλευε ἐς τὸ πέλαγος· ὡς δὲ ἀπὸ τῆς νήσου ἑκὰς ἐγένετο, περιελόμενος τὴν σφρηγῖδα πάντων ὁρώντων τῶν συμπλόων ῥίπτει ἐς τὸ πέλαγος. τοῦτο δὲ ποιήσας ἀπέπλεε, ἀπικόμενος δὲ ἐς τὰ οἰκία συμφορῇ ἐχρᾶτο.

41. Después de haber leído estas líneas, y comprendiendo que Amasis le brindaba un acertado consejo, Polícrates se puso a buscar, entre los objetos de su propiedad, aquel por cuya pérdida mayor pesar sentiría en su fuero interno, y en su búsqueda dio con la siguiente solución. Tenía un sello engastado en oro que solía llevar puesto consonantemente, se trataba de una esmeralda y era obra de Teodoro de Samos, hijo de Telecles. [2] Pues bien, una vez resuelto a deshacerse de dicha alhaja, hizo lo siguiente: mandó equipar un pentecontero, embarcó en él y luego dio orden de poner rumbo a alta mar; y al encontrarse lo suficientemente alejado de la isla, se quitó el sello y lo arrojó al mar a la vista de todos los que con él iban a la nave. Hecho lo cual, mandó virar en redonde y, al llegar a su palacio, dio rienda suelta a su tristeza.

            42. πέμπτῃ δὲ ἢ ἕκτῃ ἡμέρῃ ἀπὸ τούτων τάδε οἱ συνήνεικε γενέσθαι. ἀνὴρ ἁλιεὺς λαβὼν ἰχθὺν μέγαν τε καὶ ἠξίου μιν Πολυκράτεϊ δῶρον δοθῆναι· φέρων δὴ ἐπὶ τὰς θύρας Πολυκράτεϊ ἔφη ἐθέλειν ἐλθεῖν ἐς ὄψιν, χωρήσαντος δέ οἱ τούτου ἔλεγε διδοὺς τὸν ἰχθύν [2] “ὦ βασιλεῦ, ἐγὼ τόνδε ἑλὼν οὐκ ἐδικαίωσα φέρειν ἐς ἀγορήν, καίπερ ἐὼν ἀποχειροβίοτος, ἀλλά μοι ἐδόκεε σεῦ τε εἶναι ἄξιος καὶ τῆς σῆς ἀρχῆς· σοὶ δή μιν φέρων δίδωμι.” ὁ δὲ ἡσθεὶς τοῖσι ἔπεσι ἀμείβεται τοῖσιδε. “κάρτα τε εὖ ἐποίησας καὶ χάρις διπλῆ τῶν τε λόγων καὶ τοῦ δώρου, καί σε ἐπὶ δεῖπνον καλέομεν.” [3] ὃ μὲν δὴ ἁλιεὺς μέγα ποιεύμενος ταῦτα ἤιε ἐς τὰ οἰκία, τὸν δὲ ἰχθὺν τάμνοντες οἱ θεράποντες εὑρίσκουσι ἐν τῇ νηδύι αὐτοῦ ἐνεοῦσαν τὴν Πολυκράτεος σφρηγῖδα. [4] ὡς δὲ εἶδόν τε καὶ ἔλαβον τάχιστα, ἔφερον κεχαρηκότες παρὰ τὸν Πολυκράτεα, διδόντες δέ οἱ τὴν σφρηγῖδα ἔλεγον ὅτεῳ τρόπῳ εὑρέθη. τὸν δὲ ὡς ἐσῆλθε θεῖον εἶναι τὸ πρῆγμα, γράφει ἐς βυβλίον πάντα τὰ ποιήσαντά μιν οἷα καταλελάβηκε, γράψας δὲ ἐς Αἴγυπτον ἐπέθηκε.

42. Pero resulta que cuatro o cinco días después de estos sucesos, le ocurrió lo siguiente. Un pescador que había cogido un enorme y magnífico ejemplar, pensó que la pieza merecía constituir un presente para Polícrates; la llevó pues al palacio y manifestó que quería comparecer ante Polícrates, cuando su petición fue atendida, dijo, al hacer entrega del pez [2] “Magestad, yo he cogido este pez y aunque soy un hombre que vive del trabajo de sus manos, no he creído oportuno llevarlo al mercado; al contrario me ha parecido que era digno de ti y de tu posición; por eso te lo traigo como un presente.” Entonces él le respondió esto: “Has hecho muy bien, y por tus palabras y tu obsequio te estamos doblemente agradecidos, así que te invitamos a cenar.” [3] El pescador, como es natural, volvió a su casa contentísimo con la invitación, pero entretanto al abrir el pez los servidores encontraron que dentro de su tripa estaba el anillo de Polícrates. [4] Nada más verlo, lo cogieron y llenos de alegría fueron a llevárselo a Polícrates, explicándole al entregarle la sortija, de qué manera había hecho y lo que luego le había sucedido, y tras su redacción la envió a Egipto.

            43. ἐπιλεξάμενος δὲ ὁ Ἄμασις τὸ βυβλίον τὸ παρὰ τοῦ Πολυκράτεος ἧκον, ἔμαθε ὅτι ἐκκομίσαι τε ἀδύνατον εἴη ἀνθρώπῳ ἀνθρώπον ἐκ τοῦ μέλλοντος γίνεσθαι πρήγματος, καὶ ὅτι οὐκ εὖ τελευτήσειν μέλλοι Πολυκράτης εὐτυχέων τὰ πάντα, ὃς καὶ τὰ ἀποβάλλει εὑρίσκει. [2] πέμψας δέ οἱ κήρυκα ἐς Σάμον διαλύεσθαι ἔφη τὴν ξεινίην. τοῦδε δὲ εἵνεκεν ταῦτα ἐποίεε, ἵνα μὴ συντυχίης δεινῆς τε καὶ μεγάλης Πολυκράτεα καταλαβούσης αὐτὸς ἀλγήσειε τὴν ψυχὴν ὡς περὶ ξείνου ἀνδρός.

43. Cuando Amasis leyó la carta que llegaba remitida por Polícrates, comprendió que para un hombre resulta imposible librar a un semejante de su propio destino y que Polícrates no iba a tener un final feliz, porque tenía tanta suerte en todos sus asuntos que hasta encontraba las cosas que querían perder. [2] Entonces despachó un heraldo a Samos y le hizo saber que daba por cancelado su vínculo de hospitalidad. Y esto lo hizo para evitarse el disgusto personal que, por tratarse de un huésped, sentiría cuando a Polícrates le sobreviniera una terrible y enorme desgracia.



LIBRO IV. HISTORIA DE LAS AMAZONAS [4.110-117]

            110. Σαυροματέων δὲ πέρι ὧδε λέγεται. ὅτε Ἕλληνες Ἀμαζόνι ἐμαχέσαντο (τὰς δὲ Ἀμαζόνας καλέουσι οἱ Σκύθαι Οἰόρπατα, δύναται δὲ τὸ οὔνομα τοῦτο κατὰ Ἑλλάδα γλῶσσαν ἀνδροκτόνοι· οἰὸρ γὰρ καλεόυσι ἄνδρα, τὸ δὲ πατὰ κτείνειν, τότε λόγος τοὺς Ἕλληνας νικήσαντας τῇ ἐπὶ Θερμώδοντι μάχῃ ἀποπλέειν ἄγοντας τρισὶ πλοίοισι τῶν Ἀμαζόνων ὅσας ἐδυνέατο ζωγρῆσαι, τὰς δὲ ἐν τῷ πελάγεϊ ἑπιθεμένας ἐκκόψαι τοὺς ἄνδρας. [2] πλοῖα δὲ οὐ γινώσκειν αὐτὰς οὐδὲ πηδαλίοισι χρᾶσθαι οὐδὲ ἱστίοισι οὐδὲ εἰρεσίῃ· ἀλλ’ ἐπεὶ ἐξέκοψαν τοὺς ἄνδρας, ἐφέροντο κατὰ κῦμα καὶ ἄνεμον· καὶ ἀπικνέονται τῆς λίμνης τῆς Μαιήτιδος ἐπὶ Κρημνούς. οἱ δὲ Κρημνοί εἰσι γῆς τῆς Σκυθέων τῶν ἐλευθέρων. ἐνθαῦτα ἀποβᾶσαι ἀπὸ τῶν πλοίων αἱ Ἀμαζόνες ὁδοιπόρεον ἐς τὴν οἰκεομένην. ἐντυχοῦσαι δὲ πρώτῳ ἱπποφορβίῳ τοῦτο διήρπασαν καὶ ἐπὶ τούτων ἱππαζόμεναι ἐληίζοντο τὰ τῶν Σκυθέων.

110. Sobre los Saurómatas así se cuenta. Cuando los griegos lucharon contra las Amazonas (los Escitas llaman a las Amazonas Eórpatas, este nombre significa según la lengua griega “matadoras de hombres”: pues “eor” llaman al varón, y “pata” a matar), entonces se cuenta que los griegos habiendo vencido en la batalla de Termodonte zarparon llevando en tres barcos a las Amazonas a cuantas pudieron capturar, y que éstas en alta mar revelándose mataron a los hombres. [2] Sin embargo, las mujeres no entendían de barcos, ni sabían utilizar gobernalles, velamen ni remos, por lo que, después de haber acabado con los hombres, se dejaron llevar a merced del oleaje y el viento. Así arribaron a Cremnos, en el lago Mayátide (por cierto que Cremnos pertenece al territorio de los Escitas libres). En ese lugar desembarcaron las Amazonas de sus navíos y se encaminaron hacia una zona habitada. Se apoderaron entonces de la primera manada de caballos con que se toparon y, a lomos de los animales, se dedicaron a saquear las posesiones de los Escitas.

            111. οἱ δὲ Σκύθαι οὐκ εἶχον συμβαλέσθαι τὸ πρῆγμα· οὔτε γὰρ γωνὴν οὔτε ἐσθῆτα οὔτε τὸ ἔθνος ἐγίνωσκον, ἀλλ’ ἐν θύματι ἦσαν ὁκόθεν ἔλθοιεν, ἐδόκεα δ’ αὐτὰς εἶναι ἄνδρας τὴν πρώτην ἡλικίην ἔχοντας, μάχην τε δὴ πρὸς αὐτὰς ἐποιεῦντο. ἐκ δὲ τῆς μάχης τῶν νεκρῶν ἐκράτησαν οἱ Σκύθαι καὶ οὕτως ἐγνωσαν ἐούσας γυναῖκας.            [2] βουλευομένοισι ὦν αὐτοῖσι ἔδοξε κτείνειν μὲν οὐδενὶ τρόπῳ ἔτι αὐτάς, ἑωυτῶν δὲ τοὺς νεωτάτους ἀποπέμψαι ἐς αὐτάς, πλῆθος εἰκάσαντας ὅσαι περ ἐκεῖναι ἦσαν· τούτους δὲ στρατοπεδεύεσθαι, πλησίον ἐκεινέων καὶ ποιέειν τά περ ἂν καὶ ἐκεῖναι ποιέωσι· ἢν δὲ αὐτοὺς διώκωσι, μάχεσθαι μὲν μή, ὑποφεύγειν δέ· ἐπὲαν δὲ παύσωνοται, ἐλθόντας αὐτοὺς πλησίον στρατοπεδεύεσθαι. ταῦτα ἐβουλεύσαντο οἱ Σκύθαι βουλόμενοι ἐξ αὐτέων παῖδας ἐκγενήσεσθαι.

111. Y los Escitas no sabían conjeturar el asunto; pues ni la lengua ni vestimenta ni al linaje reconocían, sino se preguntaban asombrados de dónde vendrían, y pensaban que ellas eran hombres que eran jóvenes, y por tanto luchaban contra ellas. A causa de la batalla los Escitas se apoderaron de los cadáveres y así supieron que eran mujeres. [2] Pues bien, deliberando ellos decidieron que ya no las matarían de ninguna manera, sino enviar hacia ellas a los más jóvenes de entre ellos mismos, en cuanto al número calculando cuántas eran aquéllas; que éstos acamparon cerca de aquéllas y que hiciesen justamente lo que aquéllas hicieran: y si los perseguían, no luchasen, sino que huyesen; y una vez que cesaran, que ellos acercándose acaparan. Estas cosas deliberaron los Escitas queriendo que naciesen hijos de ellas.

            112. ἀποπεμφθέντες δὲ οἱ νεηνίσκοι ἐποίευν τὰ ἐντεταλμένα. ἐπεὶ δὲ ἔμαθον αὐτοὺς οἱ Ἀμαζόνες ἐπ’ οὐδεμιῇ δηλήσι ἀπιγμένους, ἔων χαίρειν· προσεχώρεον δὲ πλησιαιτέρω τὸ στρατόπεδον τῷ στρατοπέδῳ ἐπ’ ἡμέρῃ ἑκάστῃ. εἶχον δὲ οὐδὲν οὐδ’ οἱ νεηνίσκοι, ὥσπερ οὐδὲ αἱ Ἀμαζόνες, εἰ μὴ τὰ ὅπλα καὶ τοὺς ἵππους· ἀλλὰ ζόην ἔζωον τὴν αὐτὴν ἐκείνῃσι, θηρεύοντές τε καὶ ληιζόμενοι.

112. Los jóvenes enviados hicieron las cosas ordenadas. Cuando las Amazonas se dieron cuenta que ellos no habían venido para causarles daño alguno, los dejaron en paz; pero acercaban cada vez más un campamento al otro cada día. Y no tenían nada ni los jóvenes, como tampoco las Amazonas, excepto sus armas y sus caballos; sino que vivían la misma vida que aquéllos, cazando y saqueando.

            113. ἐποίευν δὲ αἱ Ἀμαζόνες ἐς τὴν μεσαμβρίην τοιόνδε· ἐγίνοντο σποράδες κατὰ μίαν τε καὶ δύο, πρόσω δὴ ἀπ’ ἀλληλεών ἐς εὐμαρείην ἀποσκιδνάμεναι. μαθόντες δὲ καὶ οἱ Σκύθαι ἐποίευν τὠυτὸ τοῦτο. καί τις μουνωθεισέων τινὶ αὐτέων ἐνεχρίμπετο, καὶ ἡ Ἀμαζὼν οὐκ ἀπωθέετο ἀλλὰ περιεῖδε χρήσασθαι. [2] καὶ φωνῆσαι μὲν οὐκ εἶχε (οὐ γὰρ συνίεσαν ἀλλήλων), τῇ δὲ χειρὶ ἔφραζε ἐς τὴν ὑστεραίην ἐλθεῖν ἐς τὠυτὸ χωρίον καὶ ἕτερον ἄγειν, σημαίνουσα δύο γενέσθαι, καὶ αὐτὴ ἑτέρη ἄξειν. [3] ὁ δὲ νεηνίσκος ἐπεὶ ἀπῆλθε, ἔλεξε ταῦτα πρὸς τοὺς λοιπούς· τῇ δὲ δευτεραίῃ ἦλθε ἐς τὸ χωρίον αὐτός τε οὖτος καὶ ἕτερον ἦγε, καὶ τὴν Ἀμαζόνα εὗρε δευτέρην αὐτὴν ὑπομένουσαν. οἱ δὲ λοιποὶ νεηνίσκοι ὡς ἐπίθοντο ταῦτα, καὶ αὐτοὶ ἐκτιλώσαντο τὰς λοιπὰς τῶν Ἀμαζόνων.

113. Y hacían las Amazonas a mediodía lo que sigue: se apartaban solas o por pareja, se alejaban unas de otras para sus necesidades. Y los Escitas al darse cuenta se pusieron a hacer eso mismo. Y uno vino a toparse con una de ellas que estaba sola, y la Amazona no le rechazó sino que dejó que gozara de ella.   [2] Y hablar no podían (pues no se entendían entre sí), pero con la mano le indicó que viniese al día siguiente al mismo lugar y que trajese a otro, indicándole que fuesen dos, y que ella traería a otra. [3] El joven, al regresar al campamento, contó el caso a los demás; y, al día siguiente, dicho muchacho acudió al lugar acordado, en compañía de un camarada, y encontró a la Amazona, que lo estaba esperando con una amiga. Entonces, el resto de los jóvenes, al tener noticia de lo ocurrido, conquistaron también todos ellos a las restantes Amazonas.

            114. μετὰ δὲ συμμείζαντες τὰ στρατόπεδα οἴκεον ὁμοῦ, γυναῖκα ἔχων ἕκαστος ταύτην τῇ τὸ πρῶτον συνεμείχθη. τὴν δὲ φωνὴν τὴν δὲ τῶν γυναικῶν οἱ ἄνδρες οὐκ ἐδυνέατο μαθεῖν, τὴν δὲ τῶν ἀνδρῶν αἱ γυναῖκες συνέλαβον. [2] ἐπεὶ δὲ συνῆκαν ἀλλήλων, ἔλεξαν πρὸς τὰς Ἀμαζόνας τάδε οἱ ἄνδρες· Ἡμῖν εἰσὶ τοκέες, εἰσὶ δὲ καὶ κτήσιες. νῦν ὦν μηκέτι πλεῦνα χρόνον ζόην τοιήνδε ἔχωμεν, ἀλλ’ ἀπελθόντες ἐς τὸ πλῆθος διαιτώμεθα· γυναῖκας δὲ ἕξομεν ὑμέας καὶ οὐδαμὰς ἄλλας. [3] αἱ δὲ πρὸς ταῦτα ἔλεξα τάδε· Ἡμεῖς οὐκ ἂν δυναίμεθα οἰκέειν μετὰ τῶν ὑμετέρων γυναικῶν· οὐ γὰρ τὰ αὐτὰ νόμαια ἡμῖν κἀκείνῃσί ἐστι. ἡμεῖς μὲν τοξεύομέν τε καὶ ἀκοντίζομεν καὶ ἱππαζόμεθα, ἔργα δὲ γυναικήια οὐκ ἐμάθομεν· αἱ δὲ ὑμέτεραι γυναῖκες τούτων μὲν οὐδὲν τῶν ἡμεῖς κατελέξαμεν ποιεῦσι, ἔργα δὲ γυναικήια ἐργάζονται μένουσαι ἐν τῇσι ἁμάξῃσι, οὔτ’ ἐπὶ θήρην ἰοῦσαι οὔτε ἄλλῃ οὐδαμῇ. [4] οὐκ ἂν ὦν δυναίμεθα ἐκείνῃσι συμφέρεται. ἀλλ’ εἰ βούλεσθε γυναῖκας ἔχειν ἡμέας καὶ δοκέειν εἶναι δικαιότατοι, ἐλθόντες παρὰ τοὺς τοκέας ἀπολάχετε τῶν κτημάτων τὸ μέρος, καὶ ἔπειτα ἐλθόντες οἰκέωμεν ἐπ’ ἡμέων αὐτῶν.

114. Posteriormente, acabaron por unir los campamentos y por vivir juntos, teniendo cada cual por mujer a aquella con la que primero había mantenido relaciones. Los hombres no conseguían aprender la lengua de las mujeres, pero éstas sí que lograron comprender la de aquéllos. [2] Y cuando pudieron entenderse entre sí, los hombres les dijeron a las Amazonas lo siguiente: Nosotros tenemos padres, y tenemos también propiedades. Así que no sigamos llevando por más tiempo este tipo de vida; al contrario, regresemos para residir entre nuestro pueblo. Desde luego, por esposas os tendremos a vosotras, y no a otras mujeres. [3] Pero, a estas palabras, ellas respondieron como sigue: Nosotras no podríamos convivir con las mujeres de vuestro país, pues no tenemos las mismas costumbres que ellas. Nosotras manejamos arcos, lanzamos venablos y montamos a caballo, y no hemos aprendido las labores propias del sexo femenino. En cambio, las mujeres de vuestro país no llevan a cabo ninguna de las actividades que hemos enumerado, sino que se consagraron a las tareas de su sexo y permanecen en sus carros, sin salir a cazar ni a hacer ninguna otra cosa. [4] Por lo tanto, no podríamos congeniar con ella. Ahora bien, si queréis conservarnos como vuestras mujeres y mostraros verdaderamente justos, id a ver a vuestros padres y tomad la parte de sus bienes que os corresponda; luego regresad y vivamos por nuestra propia cuenta.

            115. ἐπείθοντο καὶ ἐποίησαν ταῦτα οἱ νεηνίσκοι. ἐπείτε δὲ ἀπολαχόντες τῶν κτημάτιον τὸ ἐπιβάλλον ἦλθον ὀπίσω παρὰ τὰς Ἀμαζόνας, ἔλεξαν αἱ γυναῖκες πρὸς αὐτοὺς τάδε· [2] Ἡμέας ἔχει φόβος τε καὶ δέος, ὅκως χρὴ οἰκέειν ἐν τῷδε τῷ χώρῳ τοῦτο μὲν ὑμέας ἀποστερησάσας πατέρων, τοῦτο δὲ τὴν γῆν τὴν ὑμετέρην δηλησαμένας πολλά. [3] ἀλλ’ ἐπείτε ἀξιοῦτε ἡμέας γυναῖκας ἔχειν, τάδε ποιέετε ἅμα ἡμῖν· φέρετε ἐξαναστέωμεν ἐκ τῆς γῆς τῆσδε καὶ περήσαντες Τάναϊν ποταμὸν οἰκέωμεν.

115. Los jóvenes se dejaron convencer y así lo hicieron. Y cuando, después de haber recibido la parte correspondiente de sus bienes, regresaron al lado de las Amazonas, las mujeres les dijeron lo siguiente: [2] Nos asalta un inquietante temor ante la perspectiva de tener que vivir en este lugar; primero, por haberos alejado de vuestros padres y, asimismo, porque en numerosas ocasiones hemos devastado vuestra tierra. [3] Pero, en vista de que tenéis a bien conservarnos como vuestras esposas, secundamos en lo que os vamos a proponer: salgamos sin demora de esta tierra, crucemos el río Tanais y establezcámonos al otro lado.

            116. ἐπείθοντο καὶ ταῦτα οἱ νεηνίσκοι. διαβάντες δὲ τὸν Τάναϊν ὁδαπόρεον πρὸς ἥλιον ἀνίσχοντα τριῶν μὲν ἡμερέων ἀπὸ τοῦ Τανάϊδος ὁδόν, τριῶν δὲ ἀπὸ τῆς λίμνης τῆς Μαιήτιδος πρὸς βορέην ἄνεμον. ἀπικόμενοι δὲ ἐς τοῦτον τὸν χῶρον ἐν τῷ νῦν κατοίκηνται, οἴκησαν τοῦτον. [2] καὶ διαίτῃ ἀπὸ τούτου χρέωνται τῇ παλαιῇ τῶν Σαυροματέων αἱ γυναῖκες, καὶ ἐπὶ θήρην ἐπ’ ἵππον ἐκφοιτῶσαι ἅμα τοῖσι ἀνδράσι καὶ χωρὶς τῶν ἀνδρῶν, καὶ ἐς πόλεμον φοιτῶσαι καὶ στολὴν τὴν αὐτὴν τοῖσι ἀνδράσι φορέουσαι.

116. Los jóvenes se dejaron convencer también en esta ocasión; así que atravesaron el Tanais, avanzando hasta un punto situado a tres días de camino del Tanais en dirección este, y a tres del lago Mayátide en dirección norte. Y, al llegar a ese lugar en el que hoy en día están establecidos, fijaron en él su residencia. [2] Desde entonces las mujeres de los Saurómatas siguen fieles a su antiguo género de vida: a lomos de sus caballos suelen salir de caza, tanto con sus maridos como sin ellos; también van a la guerra y llevan el mismo atuendo que los hombres.

            117. φωνῇ δὲ οἱ Σαυρομάται νομίζουσι Σκυθικῇ, σολοικίζοντες αὐτῇ ἀπὸ τοῦ ἀρχαίου, ἐπεὶ οὐ χρηστῶς ἐξέμαθον αὐτὴν αἱ Ἀμαζόνες. τὰ περὶ γάμων δὲ ὧδέ σφι διάκειται· οὐ γαμέεται παρθένος οὐδεμία πρὶν ἂν τῶν πολεμίων ἄνδρα ἀποκτείνῃ. αἱ δέ τινες αὐτέων καὶ τελευτῶσι γηραιαὶ πρὶν γήμασθαι, οὑ δυνάμεναι τὸν νόμον ἐκπλῆσαι.

117. Los Saurómatas hablan la lengua escita, aunque lo hacen con solecismos desde antiguo, ya que las Amazonas no llegaron a aprenderla correctamente. Por otra parte, entre ellos para contraer matrimonio rige la siguiente norma: ninguna doncella se casa antes de haber dado muerte a un enemigo; y algunas hasta llegan a morir de viejas sin haberse casado, por no haber podido cumplir la ley.


LIBRO VII. LA INVASIÓN PERSA A GRECIA ACAUDILLADA POR EL REY JERJES [7.101-104]

            101. ὡς δὲ καὶ ταύτας διεξέπλωσε καὶ ἐξέβη ἐκ τῆς νεός, μετεπέμψατο Δημάρητον τὸν Ἀρίστωνος συστρατευόμενον αὐτῷ ἐπὶ τὴν Ἑλλάδα, καλέσας δ’ αὐτὸν εἴρετο τάδε· “Δημάρητε, νῦν μοι σὲ ἡδύ τι ἐστὶ εἰρέσθαι τὰ θέλω. σὺ εἶς Ἕλλην τε, καὶ ὡς ἐγὼ πυνθάνομαι σεῦ τε καὶ τῶν ἄλλων Ἑλλήνων τῶν ἐμοὶ ἐς λόγους ἀπικνεομένων, πόλιο οὔτ’ ἐλαχίστης οὔτ’ ἀσθενεστάτης. [2] νῦν ὦν μοι τόδε φράσον, εἰ Ἕλληνες ὑπομενέουσι χεῖρας ἐμοὶ ἀνταειρόμενοι. Οὐ γάρ, ὡς ἐγὼ δοκέω, οὐδ’ εἰ πάντες Ἕλληνες καὶ οἱ πρὸς ἑσπέρης οἰκέοντες ἄνθρωποι συλλεχθείησαν, οὐκ ἀξιόμαχοι εἰσὶ ἐμὲ ἐπιόντα ὑπομεῖναι, μὴ ἐόντες ἄρθμιοι. [3] θέλω μέντοι καὶ τὸ ἀπὸ σεῦ, ὁκοῖόν τι λέγεις περὶ αὐτῶν, πυθέσθαι.” ὃ μὲν ταῦτα εἰρώτα, ὁ δὲ ὑπολαβὼν ἔψη “βασιλεῦ, κότερα ἀληθείῃ χρήσωμαι πρὸς σὲ ἢ ἡδονῇ;” ὁ δέ μιν ἀληθείῃ χρήσασθαι ἐκέλευε, φὰς οὐδέν οἱ ἀηδέστερον ἔσεσθαι ἢ πρότερον ἦν.

101. Inspeccionadas por él también esas naves, abandonó la suya y mandó llamar a Demarato, hijo de Aristón, que lo acompañaba en la expedición contra Grecia. Y cuando le tuvo en su presencia le preguntó: “Demarato, ahora me apetece preguntarle algo que deseo. Tú eres griego y según sé por ti mismo y por otros griegos con las que he llegado a conversar, eres de una ciudad que no es ni la más pequeña ni la más débil. [2] Dime, pues, si los griegos se atreverán a levantar sus manos contra mí. Yo creo que ni aun si Grecia entera y todos los pueblos occidentales se juntaran, no estarían a la altura de oponérseme, ya que no se mantienen unidos. [3] Pero ahora quiero saber tu opinión acerca de esto.” Ésta fue la palabra; Demarato lo atajó y le dijo: “Rey, ¿he de decirte la verdad o bien he de hablar para complacerte?” Jerjes le requirió que dijera la verdad, y afirmó que luego no le sería menos amigo de lo que lo había sido hasta ahora.

            102. ὡς δὲ ταῦτα ἤκουσε Δημάρητος, ἔλεγε τάδε. “βασιλεῦ, ἐπειδὴ ἀληθείῃ διαχρήσασθαι πάντως κελεύεις ταῦτα λέγοντα τὰ μὴ ψευδόμενός τις ὕστερον ὑπὸ σεῦ ἁλώσεται, τῇ Ἑλλάδι πενίη μὲν αἰεί κοτε σύντροφος ἐστί, ἀρεστὴ δὲ ἔπακτος ἐστί, ἀπό τε σοφίης κατεργασμένη καὶ νόμου ἰσχυροῦ· τῇ διαχρεωμένη ἡ Ἑλλὰς τήν τε πενίην ἀπαμίνεται καὶ τὴν δεσποσύνην. [2] αἰνέω μέν νυν πάντας Ἕλληνας τοὺς περὶ ἐκείνους τοὺς Δωρικοὺς χώρους οἰκημένους, ἔρχομαι δὲ λέξων οὐ περὶ πάντων τούσδε τοὺς λόγους ἀλλὰ περὶ Λακεδαιμονίων μούνων, πρῶτα μὲν ὅτι οὐκ ἔστι ὅκως κοτὲ σοὺς δέξονται λόγους δουλοσύνην φέροντας τῇ Ἑλλάδι, αὖτις δὲ ὡς ἀντιώσονταί τοι ἐς μάχην καὶ ἢν οἱ ἄλλοι Ἕλληνες πάντες τὰ σὰ φρονέωσι. [3] ἀριθμοῦ δὲ πέρι, μή πύθῃ ὅσοι τινὲς ἐόντες ταῦτα ποιέειν οἷοί τε εἰσί· ἤν τε γὰρ τύχωσι ἐξεστρατευμένοι χίλιοι, οὗτοι μαχήσονταί τοι, ἤν τε ἐλάσσονες τούτων ἤν τε καὶ πλεῦνες.”

102. Demarato lo escuchó, y le dijo: “Rey, puesto que a cualquier precio quieres que te diga la verdad, hablándote de manera que no puedes más tarde coger a alguien convicto de mentirte, sábete que desde siempre Grecia convive estrechamente con la pobreza, pero que a éste se le suma el coraje alcanzado con la inteligencia y con leyes rigurosas. Con la ayuda de ambas cosas Grecia rechaza de sí la pobreza y la servidumbre. [2] Yo sin duda alguna alabo a todos los griegos que viven entorno a aquellas tierras dorias, pero en lo que voy a decir no me refiero a todos ellos, sino sólo a los lacedemonios. Para empezar, es imposible que ellos alguna vez acepten tus propuestas, que para el resto de Grecia conllevaría la esclavitud; además, te plantarán cara militarmente, y eso aun en el caso de que todos los griegos restantes se adhirieran a tu causa. [3] No me preguntes por su númeor, a ver cuántos son los que están en situación de oponérsete: incluso si su fuerza se limitara a mil hombres, éstos lucharían contra ti, y también si son menos o bien si son más que éstos.”

            103. ταῦτα ἀκούσας Ξέρξης γελάσας ἔφη “Δημάρητε, οἷον ἐφθέγξαο ἔπος, ἄνδρας χιλίους στρατιῇ τοσῇδε μαχήσεσθαι. ἄγε εἰπέ μοι· σὺ φῂς τούτων τῶν ἀνδρῶν βασιλεὺς αὐτὸς γενέσθαι· σὺ ὦν ἐθελήσεις αὐτίκα μάλα πρὸς ἄνδρας δέκα μάχεσθαι; καίτοι εἰ τὸ πολιτικὸν ὑμῖν πᾶν ἐστι τοιοῦτον οἷον σὺ διαιρέεις, σέ γε τὸν κείνων βασιλέα πρέπει πρὸς τὸ διπλήσιον ἀντιτάσσεσθαι κατὰ νόμους τοὺς ὑμετέρους. [2] εἰ γὰρ κείνων ἕκαστος δέκα ἀνδρῶν τῆς στρατιῆς τῆς ἐμῆς ἀντάξιος ἐστί, σὲ δέ γε δίζημαι εἴκοσι εἶναι ἀντάξιον, καὶ οὕτω μὲν ὀρθοῖτ’ ἂν ὁ λόγος ὁ παρὰ σέο λεγόμενος· εἰ δὲ τοιοῦτοί τε ἐόντες καὶ μεγάθεα τοσοῦτοι, ὅσοι σύ τε καὶ οἳ παρ’ ἐμὲ φοιτῶσι Ἑλλήνων ἐς λόγους αὐχέετε τοσοῦτον, ὅρα μὴ μάτην κόμπος ὁ λόγος οὗτος εἰρημένος ᾖ. [3] ἐπεὶ φέρε ἴδω παντὶ τῷ οἰκότι· κῶς ἂν δυναίατο χίλιοι ἢ καὶ μύριοι ἢ καὶ πεντακισμύριοι, ἐόντες γε ἐλεύθεροι πάντες ὁμοίως καὶ μὴ ὑπ’ ἑνὸς ἀρχόμενοι, στρατῷ τοσῷδε ἀντιστῆναι; ἐπεί τοι πλεῦνες περὶ ἕνα ἕκαστον γινόμεθα ἢ χίλιοι, ἐόντων ἐκείνων πέντε χιλιάδων. [4] ὑπὸ μὲν γὰρ ἑνὸς ἀρχόμενοι κατὰ τρόπον τὸν ἡμέτερον γενοίατ’ ἄν, δειμαἴνοντες τοῦτον, καὶ παρὰ τὴν ἑωυτῶν φύσιν ἀμείνονες, καὶ ἴοιεν ἀναγκαζόμενοι μάστιγι ἐς πλεῦνας ἐλάσσονες ἐόντες· ἀνειμένοι δὲ ἐς τὸ ἐλεύθερον οὐκ ἂν ποιέοιεν τούτων οὐδέτερα. δοκέω δὲ ἔγωγε καὶ ἀνισωθέντας πλήθεϊ χαλεπῶς ἂν Ἕλληνας Πέρσῃσι μούνοισι μάχεσθαι. [5] ἀλλὰ παρ’ ἡμῖν μὲν μούνοισι τοῦτο ἐστὶ τὸ σὺ λέγεις, ἔστι γε μὲν οὐ πολλὸν ἀλλὰ σπάνιον· εἰσὶ γὰρ Περσέων τῶν ἐμῶν αἰχμοφόρων οἳ ἐθελήσουσι Ἑλλήνων ἀνδράσι τρισὶ ὁμοῦ μάχεσθαι· τῶν σὺ ἐὼν ἄπειρος πολλὰ φλυηρέεις.”

103. Al oírlo Jerjes riendo dijo: “Demarato, ¡qué clase de palabra has dicho!, que mil hombres se enfrentarán a un ejército tan grande. Vamos, dime: tú dices que eres tú mismo rey de esos hombres. ¿Así pues querrás en seguida luchar con diez hombres? Por consiguiente, si vuestra fama de estado es tal como tú afirmas, que tú, rey de aquellos, según vuestras leyes deberías necesariamente enfrentarte contra el doble. [2] Pues si cada uno de aquéllos es digno rival de diez hombres de mi ejército, calculo que tú eres rival de veinte. Y así puede ser recta la palabra que has dicho. Y si siendo de tal calidad, de tal tamaño, en cuanto sois tú y los griegos con los que tengo conversaciones, tanto os jactáis, mira con que no sea una pura vanidad el discurso pronunciado. [3] Pues ¡ea! Voy a mirarla con entera verosimilitud. Cómo podrían un millar, o también diez mil, o también cincuenta mil, siendo todos por igual libres y no mandados por uno solo, resistir un ejército tan grande, puesto que más por cada uno solo somos que mil por uno, siendo aquellos cinco mil. [4] Pues mandados por uno según nuestra manera llegarían a ser temerosas a ésta y mejores respecto a su propia naturaleza y obligados, por el látigo, marcharían, contra más siendo menos; pero dejados a su libre albedrío no harían ninguna de estas dos cosas. Yo al menos creo que, incluso igualados en número, difícilmente los griegos pueden luchar contra los persas solamente. Ahora bien, existe eso que tú dices, existe sin embargo no mucho sino escaso. [5] En efecto hay de mis guardias persas quienes querrían de los griegos con tres guerreros simultáneamente combatir; de los cuales tú siendo desconocedor dices muchas cosas banas.”

            104. πρὸς ταῦτα Δημάρητος λέγει “ὦ βασιλεῦ, ἀρχῆθεν ἠπιστάμην ὅτι ἀληθείῃ χρεώμενος οὐ φίλα τοι ἐρέω· σὺ δ’ ἐπεὶ ἠνάγκασας λέγειν τῶν λόγων τοὺς ἀληθεστάτους, ἔλεγον τὰ κατήκοντα Σπαρτιήτῃσι. [2] καίτοι ὡς ἐγὼ τυγχάνω τὰ νῦν τάδε ἐστοργιὸς ἐκείνους, αὐτὸς μάλιστα ἐξεπίστεαι, οἵ με τιμήν τε καὶ γέρεα ἀπελόμενοι πατρώια ἄπολίν τε καὶ φυγάδα πεποιήκασι, πατὴρ δὲ σὸς ὑποδεξάμενος βίον τε μοι καὶ οἶκον ἔδωκε. οὔκων οἰκός ἐστι ἄνδρα τὸν σώφρονα εὐνοίην φαιμένην διωθέεσθαι, ἀλλὰ στέργειν μάλιστα. [3] ἐγὼ δὲ οὔτε δέκα ἀνδράσι ὑπίσχομαι οἷός τε εἶναι μάχεσθαι οὔτε δυοῖσι, ἑκών τε εἶναι οὐδ’ ἂν μουνομαχέοιμι. εἰ δὲ ἀναγκαίη εἴη ἢ μέγας τις ὁ ἐποτρύνων ἀγών, μαχοίμην ἂν πάντων ἥδιστα ἑνὶ τούτων τῶν ἀνδρῶν οἳ  Ἑλλήνων ἕκαστος φησὶ τριῶν ἄξιος εἶναι. [4] ὣς δὲ καὶ Λακεδαιμόνιοι κατὰ μὲν ἕνα μαχόμενοι οὐδαμῶν εἰσι κακίονες ἀνδρῶν, ἁλέες δὲ ἄριστοι ἀνδρῶν ἁπάντων. ἐλεύθεροι γὰρ ἐόντες οὐ πάντα ἐλεύθεροι εἰσί· ἔπεστι γάρ σφι δεσπότης νόμος, τὸν ὑποδειμαίνουσι πολλῷ ἔτι μᾶλλον ἢ οἱ σοὶ σέ. [5] ποιεῦσι γῶν τὰ ἂν ἐκεῖνος ἀνώγῃ· ἀνώγει δὲ τὠυτὸ αἰεί, οὐκ ἐῶν φεύγειν οὐδὲν πλῆθος ἀνθρώπων ἐκ μάχης, ἀλλὰ μένοντας ἐν τῇ τάξι ἐπικρατέειν ἢ ἀπόλλυσθαι. σοὶ δὲ εἰ φαίνομαι ταῦτα λέγων φλυηρέειν, τἆλλα σιγᾶν θέλω τὸ λοιπόν· νῦν τε ἀναγκασθεὶς ἔλεξα. γένοιτο μέντοι κατὰ νόον τοι, βασιλεῦ.”

104. A eso replicó Demarato: “Rey, desde el principio sabía que, si me atenía a la verdad, lo que dijera no sería de tu agrado. Pero, puesto que tú me obligaste a decir la verdad más estricta, expuse la índole de los espartiatas. [2] Con todo, tú sabes perfectamente cuánto aprecio siento yo en este momento por ellos, que me despojaron de la dignidad y los privilegios de mi alcurnia y me han convertido en apartida y exiliado; pero tu padre me acogió y me proporcionó medios de vida y casa. Por consiguiente, no es razonable que una persona sensata desdeñe los favores que le dispensan, sino que los tenga en gran aprecio. [3] Pues yo no tengo la pretensión de ser capaz de luchar con diez hombres ni con dos y, por mi gusto, no lucharía ni con uno solo. Pero en caso necesario, o si fuera de suma importancia la contienda que me impulsara a hacerlo, con quien preferiría luchar sería con uno de esos hombres que afirman valer por tres griegos cada uno. [4] Como los lacedemonios no son inferiores a nadie en combate singular pero, todos juntos, son los mejores del mundo. Pues, aunque son libres, no lo son del todo: sobre ellos impera un amo, la ley, a la que temen muchos más aún que tus súbditos a ti. [5] Prueba evidente de ello, es que hacen lo que les manda; y manda siempre lo mismo: no huir del campo de batalla ante ningún ejército, sino permanecer en la formación hasta vencer o morir. Y si te parece una tontería lo que digo, entonces, en lo sucesivo, prefiero callar; esta vez he hablado porque me obligaste. Sin embargo, ojalá se cumplan tus planes, rey.”

1 comentario: